|
The Orthodox Pages email: pater@christopherklitou.com ΕΥΑΓΓΕΛΙΚΑ & ΑΠΟΣΤΟΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
2010 |
||||
|
|
◄Επιστροφή ◄ Κυριακή ἐπομένη ► 14 ΝΟΕΜΒΡΙΟΥ ΟΓΔΟΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου.
Εἰς τόν Ὄρθρον Τὸ Γ΄ Ἑωθινόν Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Μάρκον Κεφ. 16:9-20 Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Εἰς τῆν Λειτουργία Ὁ Ἀπόστολος
Προκείμενον.
Ἦχος
πλ. δ΄[ Ψαλμός 18] Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα. Κεφ. 4:9-16 Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. Ἀλληλούϊα [γ΄]. Ἦχος πλ, δ' [Ψαλμός 94] Στίχος: Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν
τῷ Θεῷ
τῷ Σωτῆρι ἡμῶν. ἐξομολογήσει.
Τὸ Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν Κεφ.10:25-37 Τῷ καιρῷ ἐκείνῳ, Νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν, εἶπε πρὸς τὸν ᾿Ιησοῦν· Καί τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ ᾿Ιησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς ῾Ιεριχώ, καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
|
|
||